Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.14 Dem. 8.18 (English) >>Dem. 8.20

8.16νὴ Δία, κακοδαιμονῶσι γὰρ ἅνθρωποι καὶ ὑπερβάλλουσιν ἀνοίᾳ. πάνυ γε, ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει. καὶ μὴν οὐδʼ ἐκεῖνό γε δῆλόν ἐστιν ἡμῖν, ὡς ἐπὶ Χερρόνησον οὐχ ἥξει· ἀλλʼ εἴγʼ ἐκ τῆς ἐπιστολῆς δεῖ σκοπεῖν ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρονήσῳ. 8.17ἂν μὲν τοίνυν τὸ συνεστηκὸς στράτευμα, καὶ τῇ χώρᾳ βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου τι κακῶς ποιῆσαι· εἰ δʼ ἅπαξ διαλυθήσεται, τί ποιήσομεν, ἂν ἐπὶ Χερρόνησον ἴῃ; “κρινοῦμεν Διοπείθη νὴ Δία.” καὶ τί τὰ πράγματʼ ἔσται βελτίω; “ἀλλʼ ἐνθένδʼ ἂν βοηθήσαιμεν αὐτοί.” ἂν δʼ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; “ἀλλὰ μὰ Δίʼ οὐχ ἥξει.” 8.18 καὶ τίς ἐγγυητής ἐστι τούτου; ἆρʼ ὁρᾶτε καὶ λογίζεσθʼ, ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ; τί δʼ, ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρʼ ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπʼ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδʼ αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, κατασκευάζειν ἐκεῖ τινʼ ἀσχολίαν αὐτῷ; ἐγὼ μὲν οἴομαι τοῦτο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.14 Dem. 8.18 (English) >>Dem. 8.20

Powered by PhiloLogic